Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.51 Dem. 49.55 (English) >>Dem. 49.57

49.53θαυμάζω δʼ ἔγωγε καὶ τίνος ἕνεκʼ ἄν ποτε ὑπετίθει τὸν χαλκὸν τῷ πατρὶ τῷ ἐμῷ Βοιώτιος ναύαρχος, Φιλίππῳ ὀφείλων χιλίας δραχμάς. πότερον ὡς Φίλιππος οὐκ ἂν ἡδέως τόκον ἐλάμβανεν, εἴπερ ἀσφαλῶς ἦν αὐτῷ τὸ ἀργύριον δεδανεισμένον καὶ ἐπʼ ἐνεχύρῳ; ὡς οὐκ ἦν τῷ Φιλίππῳ ἀργύριον; ὥστε τι ἔδει τοῦ πατρὸς τοῦ ἐμοῦ δεηθῆναι δανεῖσαι τὰς χιλίας δραχμὰς τὸν Βοιώτιον ναύαρχον καὶ ἀποδοῦναι Φιλίππῳ μᾶλλον οὐ τὸν χαλκὸν ὑποθεῖναι τῷ Φιλίππῳ; 49.54ἀλλʼ οὔτε χαλκὸς ὑπετέθη, ἄνδρες δικασταί, οὔτε Βοιώτιος ναύαρχος ἐδανείσατο τὰς χιλίας δραχμὰς παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀλλὰ Τιμόθεος οὑτοσὶ ἐν ἀπορίᾳ ὢν πολλῇ· τὴν δὲ χρείαν, εἰς ἣν κατεχρήσατο τῷ ἀργυρίῳ, εἴρηκα ὑμῖν. ἀντὶ δὲ τοῦ χάριν ἀποδοῦναι ὧν ἐπιστεύθη καὶ ἔλαβεν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, οἴεται δεῖν καὶ τὰ ἀρχαῖα, ἂν δύνηται, ἀποστερῆσαι.

49.55περὶ μὲν τοίνυν τῶν φιαλῶν καὶ τῆς μνᾶς τοῦ ἀργυρίου, ἣν ἐδανείσατο παρὰ τοῦ πατρὸς πέμψας τὸν ἀκόλουθον τὸν ἑαυτοῦ Αἰσχρίωνα τῆς νυκτὸς ὡς τὸν πατέρα τὸν ἐμόν, ἠρόμην αὐτὸν πρὸς τῷ διαιτητῇ εἰ ἔτι δοῦλος εἴη Αἰσχρίων, καὶ ἠξίουν αὐτὸν ἐν τῷ δέρματι τὸν ἔλεγχον διδόναι. ἀποκριναμένου δέ μοι τούτου ὅτι ἐλεύθερος εἴη, τῆς μὲν ἐξαιτήσεως ἐπέσχον, μαρτυρίαν δʼ αὐτὸν ἠξίουν ἐμβαλέσθαι τοῦ Αἰσχρίωνος ὡς ἐλευθέρου ὄντος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.51 Dem. 49.55 (English) >>Dem. 49.57

Powered by PhiloLogic